Ancient Greek
Fragment 6
Crates Poet. Phil., Fragmenta 6
Not analysed yet
Πήρη τις πόλις ἐστὶ μέσωι ἐνὶ οἴνοπι τύφωι
καλὴ καὶ πίειρα, περίρρυτον οὐδὲν ἔχουσα,
εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μωρὸς παράσιτος
οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῆισιν,
ἀλλὰ θύμον καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους.
ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,
οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.