Ancient Greek · ~2 min
ι′. Λύσιδι.
Cratetis Epistulae, Epistulae 1-10
Not analysed yet
Ἀκήκοά σε, ὦ Λῦσι, ἀπὸ τοῦ ἀγῶνος τοῦ ἐν Ἐρετρίᾳ συνεχῶς μεθύσκεσθαι. εἰ δὲ ταῦτά ἐστιν ἀληθῆ, πάρεστί γέ σοι μὴ καταφρονῆσαι ὧν Ὅμηρος ὁ σοφὸς λέγει. φησὶ γάρ «οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασε» καὶ Κύκλωπα ὑπὲρ ἄνθρωπον καὶ τὸ μέγεθος καὶ τὴν ἰσχὺν φοροῦντα. εἰ οὖν καὶ τοὺς ἰσχυροτέρους καὶ μείζους ἡμῶν κακῶς διατίθησι, πῶς οἴει ἡμᾶς αὐτὸν διαθήσειν; οἶμαι μὲν γὰρ ἀθλίως. ὅπως οὖν μὴ γένηται μηδὲν δυσχερὲς ἀπ’ αὐτοῦ, παραινῶ σοι μαθόντα εὐχρήστως αὐτῷ χρῆσθαι.