Ancient Greek · ~1 min
ια′. Τοῖς ἑταίροις.
Cratetis Epistulae, Epistulae 1-11
Not analysed yet
Ἀσκεῖτε ὀλίγων δεηθῆναι (τοῦτο γὰρ ἐγγυτάτω θεοῦ, τὸ δ’ ἐναντίον μακροτάτω), καὶ ὑμῖν ἐξέσται μέσοις γενομένοις θεῶν καὶ ἀλόγων ζῴων τῷ κρείττονι γένει καὶ μὴ τῷ χείρονι ὁμοίους γενέσθαι.