Ancient Greek · ~1 min
ιδ′. Τοῖς νέοις.
Cratetis Epistulae, Epistulae 1-14
Not analysed yet
Ἐθίζεσθε ἐσθίειν μᾶζαν καὶ πίνειν ὕδωρ, ἰχθύος δὲ καὶ οἴνου μὴ γεύεσθε· ταῦτα γὰρ τοὺς μὲν γέροντας ἀποθηριοῖ ὥσπερ τὰ παρὰ τῆς Κίρκης φάρμακα, τοὺς δὲ νέους ἀποθηλύνει.