Ancient Greek · ~1 min
ιη′. Τοῖς νεανίσκοις.
Cratetis Epistulae, Epistulae 1-18
Not analysed yet
Ἐθίζεσθε ψυχρῷ λούεσθαι καὶ πίνειν ὕδωρ καὶ ἐσθίειν μὴ ἀνιδρωτὶ καὶ ἀμπέχεσθαι τρίβωνα καἴ κατατρίβεσθαι ἐπὶ γῆς, καὶ οὐδέποτε ὑμῖν κλεισθήσεται τὰ βαλανεῖα, αἱ δ’ ἄμπελοι καὶ τὰ πρόβατα ἀφορήσει καὶ τὰ ὀψοπώλια καὶ κλινοπώλια πενητεύσει ὥσπερ τοῖς μεμαθηκόσι θερμῷ μὲν λούεσθαι, πίνειν δ’ οἶνον καὶ ἐσθίειν μὴ πονήσαντας καὶ ἀμπέχεσθαι ἁλουργῆ καὶ ἀναπαύεσθαι ἐπὶ κλίνης.