Ancient Greek · ~1 min
κδ′. Θεσσαλοῖς.
Cratetis Epistulae, Epistulae 1-24
Not analysed yet
Οὐ γεγόνασιν οἱ ἄνθρωποι τῶν ἵππων χάριν, ἀλλ’ οἱ ἵπποι τῶν ἀνθρώπων, ὥστε πειρᾶσθε ὑμῶν ἢ τῶν ἵππων ἐπιμελεῖσθαι. ἐπεὶ εὖ ἴστε ὅτι ἕξετε ἵππους πολλοῦ ἀξίους, αὐτοὶ ὀλίγου ἄξιοι ὄντες.