Ancient Greek
λδ′. Μητροκλεῖ.
Cratetis Epistulae, Epistulae 1-34
Not analysed yet
Ἴσθι με συμφορᾷ κεχρῆσθαι πυθόμενον Διογένη ἐς λῃστρικὰ ἁλῶναι, καὶ εἰ μή τις τῶν αἰχμαλώτων λυτρωθεὶς ἦλθεν Ἀθήναζε, ἔτι ἂν ἦν καὶ νῦν ἐν τοῖς ὁμοίοις. νῦν δ’ ἀφικόμενος οὗτος ἰάσατό με διηγησάμενος ὡς «ἤνεγκε τὴν συμφορὰν πράως, ὥστε ποτὲ καὶ εἶπε τοῖς λῃσταῖς ὀλιγωροῦσιν ἡμῶν, «ὦ οὗτοι, τί δήποτε; εἰ μὲν σῦς ἤγετε εἰς ἐμπορίαν, ἐπεμελεῖσθε ἂν αὐτῶν, ἵνα ὑμῖν πλεῖον ἀργύριον πωλούμενοι ἐνέγκωσιν· ἡμῶν δὲ, οὓς καὶ αὐτοὺς μέλλετε ὥσπερ σῦς πιπράσκειν, καταμελεῖτε.