Ancient Greek · ~2 min
λε′. Ἀπερει εὖ πράττειν.
Cratetis Epistulae, Epistulae 1-35
Not analysed yet
Τὸ μὲν σύντομον καὶ ἁρμοστὸν πρὸς πᾶσαν περίστασιν, ὦ τιμιώτατε ἄνερ, ὁ τῶν ἀρχαίων χρησμὸς ἔφησε τὰ ἀναγκαῖα μὴ φεύγειν· τὸν γὰρ φεύγοντα τὰ ἄφυκτα ἀνάγκη δυστυχεῖν, καὶ τὸν ὀρεγόμενον τῶν ἀδυνάτων ἀνάγκη αὐτῶν ἀτυχεῖν. ἴσως μὲν οὖν δόξω σοι ἀκαιρότερος εἶναι καὶ σχολαστικώτερος. καὶ τοῦτο μὲν οὐκ ἀπολογοῦμαι· ὅμως δέ, εἰ δοκεῖ, ἐμοῦ μὲν καταγίνωσκε, πρόσεχε δὲ τοῖς ἀρχαίοις. ἐγὼ γὰρ ἀπ’ ἐμαυτοῦ τεκμαίρομαι, ὅτι τότε θλιβόμεθα ἄνθρωποι, ὅταν ἀπερίστατον βίον ζῆν ἐθέλωμεν.