Ancient Greek · ~1 min
λϛ′. Δεινομάχῳ.
Cratetis Epistulae, Epistulae 1-36
Not analysed yet
Οὐ μόνον τῶν αἰτούντων Διογένης ἀπεφήνατο ἀργυρικὸν τὸ πτωχικὸν τὸ κυνικόν, ἀλλὰ καὶ τῶν διδόντων τὸ ἐλεητικὸν τὸ σπουδαῖον. ὥστε τοῦτο εἰδὼς μὴ πάντας προσιὼν αἴτει, οὐ γὰρ λήψῃ, μόνον δὲ τὸν σπουδαῖον. τοῦτον γὰρ καὶ λέγομεν εὐδαίμονα ἀκούειν, τῶν δ’ ἄλλων οὐδένα.