Ancient Greek
B. Fragmenta.
Crateuas, Fragmenta 8
Not analysed yet
8 Cod. Const. fol. 40r Κρότεύας ῥιζοτομικός. ἀναγαλλίδες ἀμφότεραι τραυματικαί, ἀφλέγμαντοι, σκολόπων τε ἐπισπαστικαὶ καὶ νομῶν ἐφεκτικαί. ὁ δὲ χυλὸς αὐτῶν ῥινέγχυτος ὀδόντων πόνον παύσει, ἐὰν εἰς τὸν ἀντικείμενον μυξωτῆρα τοῦ ἀλγοῦντος ἐγχέῃς· καθαίρει καὶ ἄργεμα μετὰ μέλιτος Ἀττικοῦ καὶ ἀμβλυωπίαις βοηθεῖ, φασὶν δὲ ἔνιοι τὴν μὲν ἔχουσαν τὸ κυάνεον ἄνθος πρόπτωσιν δακτυλίου στέλλειν, τὴν δὲ φοινικοῦν ἐξερεθίζειν καταπλασθεῖσαν. χρῶνται δὲ αὐτῇ καὶ εἰς τὰς Δημοκρίτου δυνάμεις. Diosc. II 178 (247, 6).