Ancient Greek
163
Cratinus Comic., Fragmenta 163
Unproofread scanNot analysed yet
περὶ σιαγόνος βοείας μαχόμενος. ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσ’, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς; ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ; Athenaeus 4, 138 e Πολέμων. . . τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον ἐν Πλούτοις λέγειν κτλ. Eustathius 759, 49 πρὸς δὲ ὁμοιότητα τοῦ ἐκτῆσθαι εἴρηται καὶ τὸ φύσκαι προσεπατταλευμέναι παρὰ Κρατίνῳ, οὗ τὸ κοινὸν πεπατταλευμέναι. φύσκαι Casaub.] φύσται. προσεπατταλευμέναι