Ancient Greek
208
Cratinus Comic., Fragmenta 208
Unproofread scanNot analysed yet
εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς, εἰς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων, αἰσχρῶν, Ἀνδροκλέων, Διονυσοκουρσάνων. v. 1, 2 Stephanus Byz. Δούλων πόλις· φασὶ δὲ καὶ κατὰ Κρήτην Δουλόπολιν εἶναι χιλίανδρον. σημειωτέον δ’ ὅτι Κρατῖνος ἐν Σεριφίοις πόλιν δούλων φησίν, Ἀπολλωνίου φήσαντος μὴ δεῖν τὰς παραθέσεις ἐναλλάσσειν δίχα ποιητικῆς ἀνάγκης, ὥς φησι Κρατῖνος ‘εἶτα Σάκας‘ κτλ. ἔστι δὲ χωρίον ἐν Αἰγύπτῳ, ὥς φησιν Ὀλυμπιανός. v. 3 Hesych. Διονυσοκουρσυράνων. Κρατῖνος ἐν Σεριφίοις αἰσχρῶν Ἀνδροκλέων Διονυσοκουρσάνων. ἔνιοί φασιν ἐν τῷ αὐτῷ πέντε κωμῳδεῖσθαι Αἰσχρόν, Ἀνδροκλέα, Διονύσιον, Κῦρον, Πυρῶν (sic), ἁμαρτάνοντες· οὐδεὶς γὰρ Ἀθηναίων ἀναγράφεται Κῦρος· δεῖ οὖν γράφειν Διονυσοκουρσυράνων. τὸν γὰρ Διόνυσον κουρέα ὄντα κωμῳδεῖν· κουρεὺς δὲ ἦν πρὸς πάππον ὡς δηλοῖ ὁ τὰς Ἀταλάντας συνθείς. tertium versum cum primis coniunxit Bergkius Epist. Schill. 118. 1 Σάκας] Σάβας Holstenius conl. Dionys. Perieg. 958 Ἐρυθραίης