Ancient Greek
234 to 237
Cratinus Comic., Fragmenta 234-237
Unproofread scanNot analysed yet
ἐξ ἀσαμίνθου κύλικος λείβων. Pollux 6, 97. 98 καὶ ἀσάμινθος δὲ ποτήριον ἂν εἴη, ὡς Ὅμηρος τε μηνύει Τηλεμάχου διδόντος Μενέλεῳ δύ’ ἀσαμίνθους, καὶ Κρατῖνος ἐν Χείρωσιν κτλ. idem 10, 64 καί τοι ἔν γε τοῖς Κρατίνου Χείρωσιν (sic Meinek. pro Ἥρωσιν) τὴν ἀσάμινθον κιβωτὸν νοοῦσιν, ἔνιοι δὲ ἔκπωμα. sententia est: ex poculo tanto, ut ἀσάμινθος esse videretur. cf. Cratet. 11. Pherecr. 108, 19. σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας— Κλειταγόρας ᾄδειν, ὅταν Ἀθμήτου μέλος αὐλῇ. Schol. Arist. Vesp. 1239 Ἡρόδικος δ’ ἐν τοῖς κωμῳδουμένοις καὶ τὸν Ἄθμητον ἀναγέγραφεν παραθεὶς Κρατίνου ἐκ Χειρώνων ταῦτα δυοῖν ἑτέοιν ἡμῖν μόλις ἐξεπονήθη. μακάριος ἦν ὁ πρὸ τοῦ βίος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες ἀγανόφρονες ἠθυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς.