Ancient Greek
98
Cratinus Comic., Fragmenta 98
Unproofread scanNot analysed yet
παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις, καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς, ἐρπύλῳ, κρόκοις, ὑακίνθοις, ἐλειχρύσου κλάδοις, οἰνάνθησιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου φόβῃ, *********τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι, καὶ κύτισος αὐτόματος παρὰ Μέθοντος ἔρχεται. Athenaeus 15, 685bc καὶ Κρατῖνος ἐν Μαλθακοῖς. Pollux 6, 106 τὰ δὲ ἐν τοῖς στεφάνοις ἄνθη, ῥόδα, ἴα, κρίνα, σισύμβρια, ἀνεμῶναι, ἔρπυλος(ἔρπάλλοι cod. A), κρόκος, ὑάκινθος, ἑλίχουσος, ἡμεροκαλλές, ἑλένειον, θρυαλλίς, ἀνθρίσκος (non -ύσκος), νάρκισσος, μελίλωτον, ἀνθεμίς, παρθενίς, καὶ τἆλλα ὅσα ἢ ὀφθαλμοῖς τέρψιν ἢ ῥισὶν ἡδεῖαν ὄσφρησιν παρέχει. μέμνηται δὲ τῶν πλείστων Κρατῖνος ἐν Μαλθακοῖς, ὥσπερ καὶ κοσμοσανδάλου καὶ σμίλου, ὅπερ ἦν τῆς σμίλακος ἄνθος. Athen. 15, 681b κοσμοσανδάλων δὲ μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς διὰ τούτων· κεφαλὴν —κοσμοσανδάλοις. 681a Κρατῖνος δ’ ἐν Μαλθακοῖς φησιν· ἐρπύλῳ —κλάδοις. 681e τοῦ ἡμεροκαλλοῦς καλουμένου ἄνθους, ὃ τὴν μὲν νύκτα μαραίνεται, ἅμα δὲ τῷ ἡλίῳ ἀνατέλλοντι θάλλει, μνημονεύει Κρατῖνος ἐν Μαλθακοῖς λέγων οὕτως· ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ. 685f Κρατῖνος. . . τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ.