Ancient Greek
2.357.21
Cratylus, Testimonia 2.357.21
Unproofread scanNot analysed yet
35 ὦ ἑταῖρε, ὅμως μέντοι εἴπέ μοι τοσόνδε· πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ; —Οὐ μοι δοκεῖ οὐδὲ φάναι. —Οὐδὲ εἰπεῖν οὐδὲ προσεῖπεῖν; οἷον εἰ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι ‘χαῖρε, ὦ ξένε Ἀθηναῖε ὑπὸ Σμικρίωνος Ἑρμογένης’, οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσεῖποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; ἢ οὐδένα; —