Ancient Greek
2.358.1
Cratylus, Testimonia 2.358.1
Unproofread scanNot analysed yet
3. ARISTOT. metaph. A 6. 987a 29 . . . ἡ Πλάτωνος ἐπεγένετο πραγματεία τὰ μὲν πολλὰ τούτοις [Pythagoreer] ἀκολουθοῦσα, τὰ δὲ καὶ ἴδια παρὰ τὴν τῶν Ἰταλικῶν ἔχουσα φιλοσοφίαν. ἐκ νέου τε γὰρ συνῆθης γενόμενος πρώτων Κρατύλῳ καὶ ταῖς Ἡρακλειτείαις δόξαις, ὡς ἀπάντων τῶν αἰσθητῶν ἀεὶ ρέοντων καὶ ἐπιστήμης περὶ αὐτῶν οὐκ οὔσης, ταῦτα μὲν καὶ ὕστερον οὕτως ὑπέλαβεν· Σωκράτους δὲ κτλ. DIOG. III 6 τούντεῦθεν δὴ γεγονός, φασίν, εἴκοσιν ἔτη [Plato] διήκουσε Σωκράτους· ἐκείνου δ' ἀπελθόντος προσεῖχε Κρατύλῳ τε τῷι Ἡρακλειτείῳ καὶ Ἐρμογένει τῷι τὰ Παρμενίδου φιλοσοφοῦντι.