Ancient Greek
2.358.3
Cratylus, Testimonia 2.358.3
Unproofread scanNot analysed yet
5. PLATO Cratyl. 383 A Κρατύλος φησὶν ὧδε, ὦ Σώκρατες, ὀνόματος ὀρθότητα εἶναι ἑκάστῳι τῶν ὄντων φύσει πεφυκυίαν καὶ οὐ τοῦτο εἶναι ὄνομα ὃ ἂν τινες ξυνθέμενοι καλεῖν καλῶσι, τῆς αὐτῶν φωνῆς μόριον ἐπιφθεγγόμενοι, ἀλλὰ ὀρθότητά τινα τῶν ὀνομάτων πεφυκέναι καὶ Ἕλλησι καὶ βαρβάροις τὴν αὐτὴν ἅπασιν.