Ancient Greek
806.1 to 807.11
Critias, Fragmenta 806.1-807.11
Unproofread scanNot analysed yet
ὁ χρόνος ἁπάσης ἐστὶν ὀργῆς φάρμακον. ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν πράσσων ὁμιλεῖ, τὴν παραυτίχ’ ἡδονὴν ἔχθραν καθίστησ’ εἰς τὸν ὕστερον χρόνον. Stob. Flor. 14, 2: Κριτίου. ‘ὅστις —χρόνον’. v. 2 ὁμιλῇ M. v. 3 καθίστησιν SM. δεινὸν δ’ ὅταν τις μὴ φρονῶν δοκῇ φρονεῖν. σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν. Stob. Flor. 97, 10: Κριτίου. ‘σοφῆς —ἔχειν’. εὐξυνεσία Pollux 9, 161: καὶ ἡ παρ’ Εὐριπίδῃ εὐπαιδευσία, καὶ ἡ παρὰ Κριτίᾳ εὐξυνεσία, καὶ ἡ παρ’ Ἀριστοφάνει εὐοδία. ποδεῖα ταχύχειρ ψευδομάρτυρες Pollux 6, 152: οἱ μὲν γὰρ ψευδομάρτυρες εἴρηνται παρὰ Κριτίᾳ, καὶ ὁ ψευδομάρτυς οὐκ οἶδ’ ὅπον. Aristot. Poet. c. 16 p. 1455 a 1: ἡ τρίτη (sc. ἀναγνώρισις) διὰ μνήμης τῷ αἰσθέσθαι τι ἰδόντα, ὥσπερ ἡ ἐν Κυπρίοις τοῖς Δικαιογένους· ἰδὼν γὰρ τὴν χαρῇν ἔκλαυσεν. Schol. Eur. Med. 167: Τιμαχίδας —Ἄψυρτον φησὶ λέγειν αὐτήν (Medeam), τοῦ Εὐριπίδου μήτε ἐνταῦθα μήτε ἐν τῷ Αἰγεῖ δηλώσαντος τὸν Ἄψυρτον ὀνομαστί. ὁ δὲ Φερεκύδης διὰ τοῦ Ξ ὀνομάζει αὐτόν. Δικαιογένης δὲ ἐν τῇ Μηδείᾳ Μεταπόντιον αὐτὸν ὀνομάζει. ὅταν δ’ ἔρωτος ἐνδεθῶμεν ἄρκυσιν, θᾶσσον θυραίοις τὴν χάριν ποιούμεθα ἢ τοῖς ἀνάγκης ἐν γένει πεφυκόσιν. μακάριος ὅστις αὐτὸς ἰσχύων ἔτι παῖδας παρασπίζοντας ἀλκίμους ἔχει.