Ancient Greek · ~11 min
ΣΙΣΥΦΟΣ ΣΑΤΥΡΙΚΟΣ.
Critias, Fragmenta ΣΙΣΥΦΟΣ ΣΑΤΥΡΙΚΟΣ.
Not analysed yet
25. [9 B. ,1 p. 770 N.] SEXT. IX 54 καὶ Κ. δὲ εἷς τῶν ἐν Ἀθήναις τυραννησάντων δοκεῖ ἐκ τοῦ τάγματος τῶν ἀθέων ὑπάρχειν φάμενος, ὅτι οἱ παλαιοὶ νομοθέται ἐπίσκοπόν τινα τῶν ἀνθρωπίνων κατορθωμάτων καὶ ἁμαρτημάτων 620 ἔπλασαν τὸν θεὸν ὑπὲρ τοῦ μηδένα λάθραι τὸν πλησίον ἀδικεῖν, εὐλαβούμενον τὴν ὑπὸ τῶν θεῶν τιμωρίαν. ἔχει δὲ παρ’ αὐτῶι τὸ ῥητὸν οὕτως· ἦν . . . γένος. AET. I 7, 2 (D. 298) καὶ Εὐριπίδης δὲ ὁ τραγωιδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε δεδοικὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτηι τῆι γνώμηι· ‛ἦν γὰρ χρόνος, φησίν, ὅτ’ . . . ὑπηρέτης [1. 2]. ἔπειτά φησι τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῆι· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἠδύνατο, κρύφα δὲ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς 10 δεῖ ψευδεῖ λόγωι τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους, ὡς ἔστι . . . βίωι, ὃς ταῦτ’ ἀκούει καὶ βλέπει φρονεῖ τ’ ἄγαν’ [17. 18]. I 6, 7 (D. 294) ὅθεν καὶ Εὐριπίδης φησί· τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου . . . σοφοῦ [33. 34]. ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης, ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο. κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι 〈ὁμῶς ἁπάντων〉 τήν θ’ ὕβριν δούλην ἔχηι· ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι. ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι, λάθραι δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ 〈πρῶτον〉 πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ [γνῶναι] 〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉. ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι, νόωι τ’ ἀκούων καὶ βλέπων, φρονῶν τ’ ἄγαν προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν, ὃς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται, 〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. ἐὰν δὲ σὺν σιγῆι τι βουλεύηις κακόν, τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν 〈ἄγαν〉 ἔνεστι. τούσδε τοὺς λόγους λέγων διδαγμάτων ἥδιστον εἰσηγήσατο ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγωι. ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἵνα μάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους λέγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς καὶ τὰς ὀνήσεις τῶι ταλαιπώρωι βίωι, ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας, Χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ, ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος, ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται. τοίους δὲ περιέσεισεν ἀνθρώποις φόβους, δι’ οὓς καλῶς τε τῶι λόγωι κατώικισεν τὸν δαίμον(α) οὗ〈τος〉 κἀν πρέποντι χωρίωι, τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν. καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος.