Ancient Greek · ~4 min
Fragment 18
Critias, Fragmenta 18
Not analysed yet
18. [16 B. ,594 N.] CLEM. Str. v 35 (II 349, 18 St.) περὶ τούτων τά τε ἐπὶ τῆς ἁγίας κιβωτοῦ ἱστορούμενα μηνύει τὰ τοῦ νοητοῦ κόσμου τοῦ ἀποκεκρυμμένου καὶ ἀποκεκλεισμένου τοῖς πολλοῖς. ναὶ μὴν καὶ τὰ χρυσᾶ ἐκεῖνα ἀγάλματα, ἑξαπτέρυγον ἑκάτερον αὐτῶν, εἴτε τὰς δύο ἄρκτους ὡς βούλονταί τινες, ἐμφαίνει εἴτε, ὅπερ μάλλον, τὰ δύο ἡμισφαίρια, ἐθέλει δὲ τὸ ὄνομα τῶν Χερουβὶμ δηλοῦν ἐπίγνωσιν πολλήν. ἀλλὰ δώδεκα πτέρυγας ἄμφω ἔχει καὶ διὰ τοῦ ζωιδιακοῦ κύκλου καὶ τοῦ κατ’ αὐτὸν φερομένου χρόνου τὸν αἰσθητὸν κόσμον δηλοῖ. οἶμαι καὶ ἡ τραγωιδία φυσιολογοῦσά φησιν· ἀκάμας . . . πόλον. SCHOL. ARISTOPH. Vög. 179 πόλον γὰρ οἱ παλαιοὶ οὐχ ὡς οἱ νεώτεροι σημεῖόν τι καὶ πέρας ἄξονος, ἀλλὰ τὸ περιέχον ἅπαν. Εὐριπίδης Πειρίθωι καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον, ὡς αὐτοῦ τε περιπολουμένου καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων. ἀκάμας τε Χρόνος περί τ’ ἀενάωι ῥεύματι πλήρης φοιτᾶι τίκτων αὐτὸς ἑαυτόν, δίδυμοί τ’ Ἄρκτοι ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς τὸν Ἀτλάντειον τηροῦσι πόλον. Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναί καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι.