Ancient Greek
582.4 to 582.5
Critias, Testimonia 582.4-5
Unproofread scanNot analysed yet
13. Schol. Aeschin. I 39 p. 261 Schultz. δεῖγμα δὲ τῆς τῶν λ πολιτείας καὶ τοῦτο ἐστίν· Κριτίων γὰρ ἕνὸς τῶν λ ἀποθανόντος ἐπέστησαν τῷ μνήματι Ὀλιγαρχίαν δάϊδα κατέχουσαν καὶ ὑφάπτουσαν Δημοκρατίαν, καὶ ἐπέγραψαν τάδε· μνῆμα τοῦτ’ ἐστ’ ἀνδρῶν ἀγαθῶν, οἱ τὸν κατάρατον δῆμον Ἀθηναίων ὀλίγον χρόνον ὕβριος ἔσχον. 14. Arist. rhet. Γ 16. 1416ᵇ 26 οἱ πολλοὶ οἴδεν δεόνται διηγήσεως οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν (ἴσασιν γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρήσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ· οὐ γὰρ πολλοὶ ἴσασιν.