Ancient Greek
588.3 to 589.17
Critias, Testimonia 588.3-589.17
Unproofread scanNot analysed yet
ἦν χρόνος, ὅτ᾿ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θ᾿ ὑπηρέτης, ὅτ᾿ οὐδὲν ἀθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν οὔτ᾿ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο. 5 κάπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι <ὡμὼς ἀπάντων> τὴν θ᾿ ὕβριν δοῦλὴν ἔχῃ· ἐξημιοῦτο δ᾿ εἴ τις ἐξαμαρτάνοι. 10 ἐπεὶτ᾿ ἐπειδὴ τὰμφανὴ μὲν οἱ νόμοι ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι, λάθραι δ᾿ ἐπρασσον, τηριχαυτά μοι δοκεῖ πυννὸς τις καὶ σοφὸς γνώμην ἀνὴρ [γνῶναι] δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι 15 πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσι . ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο, ὡς ἔστι δαιμῶν ἀφθίτῳ θάλλων βίῳ, νόμῳ τ᾿ ἀκούων καὶ βλέπων, φρονῶν τ᾿ ἄγαν προσέχων τε ταῦτα, καὶ φύσιν θελᾶν φορῶν, 20 ὅς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται, δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται. 25 ἐὰν δὲ σὺν σιγῇ τι βουλευθῆς κακόν, τοῦτ᾿ οὐχὶ λήσσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν ἔνεστι. τούσδε τοὺς λόγους λέγων διδαγμάτων ἥδιστον εἰσηγήσατο ψεύδει καλύψας τὴν ἀλήθειαν λόγῳ. 30 ναιρεῖν δ᾿ ἐφασκε τοὺς θεοὺς ἐνταῦθ᾿, ἵνα μάλιστα᾿ ἂν ἐξέπληξεν ἀνθρώπους λέγων, ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς 30 καὶ τὰς ὄνησεις τῷι ταλαιπώρωι βίωι, ἐκ τῆς ὑπερθε περιφοράς, ἰν’ ἀστραπάς κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα βροντῆς, τὸ τ’ ἀστερωπὸν οὐρανοῦ δέμας, χρόνον καλὸν ποικιλμα, τέκτονος σοφοῦ, 35 ὁθεν τε λαμπρὸς ἀστέρος στείχει μύθρος, ὁ θ’ ὑγρὸς εἰς γῆν ὀμβρος ἐκπορεύεται. τοίους δὲ περιέσεισεν ἀνθρώπους φόβους, δι’ οὓς καλῶς τε τῷι λόγῳι κατώιχισεν τὸν δαίμον’ κἂν πρέποντι χωρίωι, 40 τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβесен. καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει οὕτω δὲ πρῶτον οἴομαι πεῖσαι τινα θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος. μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος. ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν πράσσων ὁμιλεῖ, τὴν παραντιχ’ ἡδονὴν ἔχθραν καθίστησ’ εἰς τὸν ὑστερον χρόνον. δεινὸν δ’ ὅταν τις μὴ φρονῶν δοκῇ φρονεῖν. σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν