Ancient Greek
Dfhg-Source dfhg4_CRITOLAUS
CRITOLAUS, Fragmenta 1
Not analysed yet
Ῥωμαίων πρὸς Πύρρον Ἠπειρώτην πολεμούντων, Αἱμίλιος Παῦλος χρησμὸν ἔλαβε νικῆσαι, βωμὸν ἐὰν ποιήσῃ, ἔνθα ἂν ἴδῃ χάσματι κρυπτόμενον ἄνδρα τῶν ἐπισήμων μετὰ ἅρματος· μετὰ τρεῖς ἡμέρας Οὐκλέριος Κονάτος κατ ̓ ὄναρ ἰδὼν ἀναλαβεῖν ἱερέως κόσμον (καὶ γὰρ ἦν μαντικῆς ἔμπειρος), στρατηγήσας καὶ πολλοὺς φονεύσας, ὑπὸ γῆς κατεπόθη. Ὁ Αἱμίλιος δὲ βωμὸν ἱδρύσας, ἐνίκησε καὶ ἑκατὸν ἑξήκοντα πυργοφόρους ἐλέφαντας εἰς Ῥώμην κατέπεμψεν. Ὁ δὲ βωμὸς μαντεύεται κατ ̓ ἐκεῖνον τὸν καιρὸν, καθ ̓ ὃν ἐνικήθη Πύρρος, ὡς ἱστορεῖ Κριτόλαος τρίτῃ Ἠπειρωτικῶν.