Ancient Greek · ~1 min
Play Pseu, lines Fragment tit-3
Crobylus Comic., Fragmenta Fragment tit-3-3
Not analysed yet
ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ.
Λάχης. Β. ἐγὼ δὲ πρὸς σέ. Α. πρόαγε. Β. ποῖ;
Α. ὅποι μ' ἐρωτᾶς; ὡς Φιλουμένην, παρ' ᾗ
τἀπιδόσιμ' ἡμῖν ἐστιν, ἧς ἐχθὲς πιεῖν
κυάθους ἕκαστον ἐβιάσω σὺ δώδεκα.
Καὶ πλεκτάνην στιφρὰν σφόδρ', ἐν τούτοις τέ που
αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
Εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος·
ταύτης μὰ τὸν Δί' οὐχὶ κατέλιπον δ' ἐγώ
οὐδέν.