Ancient Greek · ~2 min
1 to 2
CTESICLES, Fragmenta 1-2
Not analysed yet
Κτησικλῆς δ ̓ ἐν τρίτῃ Χρονικῶν [τῇ πεντε]καιδεκάτῃ πρὸς ταῖς ἑκατόν φησιν Ὀλυμπιάδι Ἀθήνησιν ἐξετασμὸν γενέσθαι ὑπὸ Δημητρίου τοῦ Φαληρέως τῶν κατοικούντων τὴν Ἀττικὴν, καὶ εὑρεθῆναι Ἀθηναίους μὲν δισμυρίους πρὸς τοῖς χιλίοις, μετοίκους δὲ μυρίους, οἰκετῶν δὲ μυριάδας τεσσαράκοντα. Σὺ δὲ παροινῶν καὶ μεθύων οὐδέπω κόρον ἔχεις, οὐδ ̓ ἐπὶ νοῦν λαμβάνεις, ὅτι ὑπὸ μέθης ἀπέθανεν Εὐμένης ὁ Περγαμηνὸς, ὁ Φιλεταίρου τοῦ Περγάμου βασιλεύσαντος ἀδελφιδοῦς, ὡς ἱστορεῖ Κτησικλῆς ἐν τρίτῳ Χρόνων.