Ancient Greek · ~5 min
1 to 3
CTESIPHON, Fragmenta 1-3
Not analysed yet
Ἐπαμινώνδας, ὁ τῶν Θηβαίων στρατηγὸς, ἔχων πρὸς Λακεδαιμονίους πόλεμον, καὶ ἀρχαιρεσιῶν ἀγομένων, ἧκεν ἐς πατρίδα, παραγγείλας τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν. Λακεδαιμόνιοι, μαθόντες τὴν ἀπουσίαν, ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον· ὁ δ ̓ ἀγανακτήσας καὶ ἐπιλαθόμενος τοῦ πατρὸς, συνέβαλε καὶ ἐνίκησεν· ὁ δὲ πατὴρ βαρέως ἐνέγκας, στεφανώσας ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν. Ἀράξης ποταμός ἐστι τῆς Ἀρμενίας, τὴν προσηγορίαν εἰληφὼς ἀπ ̓ Ἀράξου τοῦ Πύλου· οὗτος γὰρ πρὸς Ἄρβηλον τὸν πάππον ὑπὲρ σκήπτρων ἁμιλλώμενος, αὐτὸν κατετόξευσε· ποινηλατούμενος δὲ ὑπ ̓ Ἐριννύων, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Βάκτρον· ὃς ἀπ ̓ αὐτοῦ Ἀράξης μετωνομάσθη, καθὼς ἱστορεῖ Κτησιφῶν ἐν α’ Περσικῶν. Φύεται δ ̓ ἐν αὐτῷ (sc. ἐν τῷ Κοκκυγίῳ ὄρει) δένδρον, Παλίουρος καλούμενον· ἐφ ̓ ᾧ ἄν τι καθίσῃ τῶν ἀλόγων ζῴων, ὡς ὐπ ̓ ἰξοῦ κατέχεται, πάρεξ κόκκυγος· τούτου γὰρ φείδεται· καθὼς Κτησιφῶν ἐν α’ Περὶ δένδρων. Γεννᾶται δ ̓ ἐν αὐτῷ (ἐν Ἀράξῃ) δένδρον, ῥοιᾷ παραπλήσιον, καρπὸν δ ̓ ἄφθονον τρέφει μήλων, τὴν γεῦσιν ἔχοντα σταφυλῇ παρόμοιον. Ἐκ ταύτης τῆς ὀπώρας πέπειρον ἐάν τις καθελὼν ὀνομάσῃ τὸν Ἄρη, γίνεται κρατούμενος χλωρός· καθὼς ἱστορεῖ Κτησιφῶν ἐν ιγ’ Περὶ δένδρων.