Ancient Greek
Page 242
Cyrillus Biogr., Vita Theognii 242
Not analysed yet
διοικητὴν τοῦ αὐτοῦ κατέστησε μοναστηρίου. αὐτῆς δὲ ἀπὸ Παλαιστίνης ἐπὶ τὴν ἐνεγκαμένην διὰ χρείαν τῆς οἰκοδομηθείσης ἐκκλησίας ἐκδημησάσης καὶ ἐν τῆι πατρίδι τελευτησάσης ὁ πανεύφημος οὗτος Θεόγνιος ἐπὶ τὴν τῆς αὐτῆς ἐκκλησίας ἡγεμονίαν ἑλκόμενος ὑπὸ πάντων τῶν τῆς συνοδίας καὶ τὸν τῆς ἀρχῆς κίνδυνον ὑφορώμενος ἔφυγεν εἰς τὴν ἔρημον. καὶ ἔρχεται πρὸς τὸν τρισμακάριον ἀββᾶν Θεοδόσιον καὶ μείνας παρ' αὐτῶι ἱκανὸν χρόνον καὶ τῆι τοῦ βίου λαμπρότητι πᾶσαν τὴν συνοδίαν φωταγωγήσας καὶ τοῖς μοναχικοῖς πλεονεκτήμασιν ἄριστος φανείς, ὥστε πάντας τοὺς ὁρῶντας τὰ καλὰ αὐτοῦ ἔργα δοξάζειν τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς, ἐπηινεῖτο μὲν ὑπὸ πάντων καὶ ἐθαυμάζετο ἐπί τε ἀμέμπτωι πολιτείαι καὶ βίου ἁγιότητι, αὐτὸς δὲ τὴν ἐκ τῶν ἐπαίνων καὶ τῆς ἀνθρωπίνης δόξης πεφυκυῖαν ἐγγίνεσθαι τῆι ψυχῆι βλάβην ὑφορώμενος, ἅμα δὲ καὶ βλέπων τὴν μονὴν τῆι τοῦ θεοῦ συνεργίαι κατὰ μέρος πληθυνομένην καὶ πλουτιζομένην καὶ τὴν ἐκ τοῦ περισπασμοῦ ἐγγινομένην σύγχυσιν δεδιὼς ἀνεχώρησεν εἰς τοὺς περὶ τὴν αὐτὴν μονὴν τόπους καὶ εὑρὼν σπήλαιον κατώικησεν εἰς αὐτό. καὶ ὀλίγον χρόνον ἐκεῖσε ἡσυχάσας καὶ ναὸς τοῦ παναγίου πνεύματος γεγονὼς τὴν ἐξ ὕψους δύναμιν ἐνδυσάμενος χρόνια πάθη παραδόξως ἰᾶτο καὶ θαυματουργίας πλείστας ἐπετέλει. ὅθεν περίφημος γεγονὼς κτίζει ἑαυτῶι κατὰ πρόσβασιν κοινόβιον περιφανέστατον. χρόνου δέ τινος διελθόντος ἀκούσας τὰ περὶ αὐτοῦ ὁ ἀρχιεπίσκοπος Ἡλίας χειροτονεῖ αὐτὸν ἐπίσκοπον τοῦ Βητυλίου, πολύδριον δὲ τοῦτο παραθαλάσσιον ἐπὶ ἐνενήκοντα μιλίοις διέχον τῆς ἁγίας πόλεως. τοῦ δὲ θείου Θεογνίου τὴν ἐπισκοπὴν ἀκουσίως δεξαμένου καὶ ἐν τῶι εἰρημένωι πολυδρίωι χρόνον τινὰ διατελέσαντος ἡ προσπαρακειμένη θάλασσα τοὺς οἰκείους ὅρους ὑπερβᾶσα ἀγριωτάτοις κύμασι τῶι πολυδρίωι προσέρρησσεν ἀπειλοῦσα αὐτὸ ἐκριζῶσαι βιαίως καὶ ἀπολέσαι, οὕτω μᾶλλον τοῦ θεοῦ οἰκονομήσαντος πρός τε σωφρονισμὸν τῶν ἐνοικούντων καὶ φανέρωσιν τῆς Θεογνίου θείας χάριτος. φόβωι τοίνυν συσχεθέντες οἱ οἰκήτορες τὴν θάλασσαν κορυφουμένην θεωροῦντες προσφεύγουσι τῶι δικαίωι δεόμενοι δι' εὐχῆς τὴν τοιαύτην ὁρμὴν χαλινῶσαι. ὁ δὲ μέγας τῆς εὐσεβείας ἀγωνιστὴς Θεόγνιος ταῖς πολλαῖς εἴξας δεήσεσιν ἦλθεν εἰς τὸν αἰγιαλὸν καὶ εἰσελθὼν εἰς τὸ ὕδωρ ἔπηξεν σταυρὸν εἰς τοὺς ἀρχαίους τῆς θαλάσσης ὅρους, τὸ γραφικὸν