Ancient Greek
594.2
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 594.2
Unproofread scanNot analysed yet
Δ'. Ἐν γὰρ ταῖς ἁγίαις ταύταις ἡμέραις τῆς ἁγίας Πεντηκοστῆς, Νόναις Ματαῖς (2), περὶ τρίτην ὥραν, παμμεγέθης σταυρὸς (3) ἐκ φωτὸς κατασκευασμένος, ἐν οὐρανῷ, ὑπὲρ ἄν τὸν ἅγιον Γολγοθὰ καὶ μέχρι τοῦ ἁγίου ὄρους τῶν Ἐλαιῶν, ἐκτεταμένος ἐφαίνετο· οὐχ ἕνι καὶ δευτέρῳ μόνον φανεὶς, ἀλλὰ παντὶ τῆς τῆς πόλεως πλήθει φανερωτάτα δεῖξαι. Οὐχ ὡς ἐν τις νοήσειεν, ὁρῶνς κατὰ φαντασίαν παραδραμὼν· ἀλλ' ἐπὶ πλείοσιν ὥραις ὑπὲρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος, καὶ ταῖς ἀπαστραπτοῖσαις μαρμαρυγαῖς τὰς ἡλιακὰς ἀκτῖνας νικῶνς· ἢ γὰρ ἄν ὑπ' αὐτῶν νικώμενος ἐκαλύπτετο, εἰ μὴ δυνατωτέρας ἡλίου τοῖς ὀφθαλμοῖς παρεῖχε τὰς λαμπρότητας. Ὡς ἅπαν μὲν ἀνθρώπους ἐξῆλθες εἰς τὴν ἁγίαν ἐκκλησίαν ἐπιδραμεῖν τὸ τῆς πόλεως πλήθος, τοῦ τῆς θεοπίας φόβου μετ' εὐπρούνης κατασχεδόν· νέων ἄμα καὶ πρεσβυτέρων, ἀνδρῶν τε καὶ γυναικῶν, καὶ πάσης ἡλικίας, καὶ μέχρις· αὐτῶν δὴ τῶν κατ' οἴκους θαλεσσομένων κορίων· ἐντοπίων τε καὶ ξένων (4), Χριστιανῶν τε ἄμα, καὶ τῶν ἀλλοχθῶν ἐπιδιόντων ἐθνικῶν. Ὁμοθυμαδὸν δὲ πάντων, ὡς ἐξ ἑνὸς στόματος Χριστοῦ Ἰησοῦν τὸν Κύριον ἡμῶν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὴν θαυμαστοποῖον ἀνυμνοῦντων (5)· Ἐργὼ τε καὶ πείρα παραλαβόντων, ὅτι Χριστιανῶν τὸ δόγμα τὸ πανευσεβές. Οὐχ ἐν πειθοῖς σοφίας ἐστὶ λόγους, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεις· οὐχ ὑπ' ἀνθρώπων μόνον καταγγελλόμενον, ἀλλ' ἐξ οὐρανῶν θεοῦν μαρτυρούμενον.