Ancient Greek
596.2
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 596.2
Unproofread scanNot analysed yet
Z Ταύτας σοι τῶν ἡμετέρων λόγων ,βασιλεῦ θεοφιλότατε ,προσφέρω τὰς ἀπαρχάς 'ταύτας ἐξ Ἱεροσολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνὰς σοι ,τῷ γνησιωτάτῳ καὶ πανευσεβεῖ μεθ 'ἡμῶν Χριστοῦ προσκυνητῇ ,τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ (2 )καὶ Σωτῆρος ἡμῶν τοῦ τὴν οἰκουμενίαν ,κατὰ τὰς θείας Γραφὰς ,ἐν Ἱεροσολύμοις τελέσαντος σωτηρίαν τοῦ πατήσαντος μὲν ἐνταῦθα τὸν θάνατον ,οἰκείως δὲ (3 )τιμίας αἱματὶ τὰς ἀνθρώπων ἁμαρτίας ἐξαλείψαντος ζωὴν τε καὶ ἀφθαρσίαν ,καὶ πνευματικὴν (4 )ἐπουράνιον χάριν τοῖς πιστεύουσι δαπασὶ παρασχόντος . Ὡς τῇ τε δυνάμει καὶ τῇ χάριτί σε εὐφρανόμενον καὶ φρουρούμενον ,λαμπροτέροις τε καὶ μείζοσιν εὐσεβείας ἐμπρέποντα κατορθώμασιν ,υἱὸν τε γνησίον (5 )βασιλικοῖς ἐναδρυόμενον βλαστίσμασιν αὐτὸς ὁ Παμβασιλεὺς Θεός ,ὁ πάσης ἀγαθωσύνης ἀρχὸς ,πολλάκις ἐτῶν εἰρηναίας περιόδους ,καύχημα Χριστιανοῖς (6 )καὶ κόσμῳ σύμπαντι φυλάξῃ πανέντιον .