Ancient Greek
598.2
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 598.2
Unproofread scanNot analysed yet
Z Ταύτας σοι τῶν ἡμετέρων λόγων ,βασιλεῦ θεοφιλότατε ,προσφέρω τὰς ἀπαρχάς :ταύτας ἐξ Ἱεροσολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνὰς σοι ,τῷ γνησιωτάτῳ καὶ πανευσεβεῖ μεθ 'ἡμῶν Χριστοῦ προσκυνητῇ ,τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ (2 )καὶ Σωτῆρος ἡμῶν τοῦ τὴν οἰκουμενίαν ,κατὰ τὰς θείας Γραφὰς ,ἐν Ἱεροσολύμοις τελέσαντος σωτηρίαν τοῦ παθόντος μὲν ἐνταῦθα τὸν θάνατον ,οἰκειῶς δὲ (3 )τιμίας αἰχμὰς τὰς ἀνθρώπων ἀμαρτίας ἐξελείψαντος ζωὴν τε καὶ ἀφθαρσίαν ,καὶ πνευμα- B τικὴν (4 )ἐπουράνιον χάριν τοῖς πιστεύουσιν ἀπασι παρασχόντος . Ὡς τῇ τε δυνάμει καὶ τῇ χάριτί σε εὐφρανόμενον καὶ φρουρούμενον ,λαμπροτέρας τε καὶ μειζόνας εὐσεβείας ἐμπρέποντα κατορθώσασιν ,υἱῶν τε γνησίων (5 )βασιλικοῖς ἐναδρυνόμενον βλαστίμασιν αὐτὸς ὁ Παμβασιλεὺς Θεός ,ὁ πάσης ἀγαθωσύνης πάροχος ,πολλάκις ἐτῶν εἰρηναίας περιόδους ,καύχημα Χριστιανοῖς (6 )καὶ κόσμῳ σύμπαντι φυλάξῃ παντίσιον .