Ancient Greek
600.1
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 600.1
Unproofread scanNot analysed yet
Τὸ σημεῖον τοῦ σταυροῦ τοῦ Χριστοῦ ὤφθη ἐν Ἱερουσαλήμοις κατὰ τοῦτον τὸν χρόνον· ὥρα ἦν ὡς τρίτη (ἐν ἡμέρᾳ Πεντηκοστῇ), φωτοειδὲς, τεταμένον Νόμιας Ματαις ἐν τῷ οὐρανῷ, ἀπὸ τοῦ δρους τῶν Ἐλαιῶν ἕως τοῦ Γολγοθᾶ, ἐν ᾧ τόπῳ ἐσταυρώθη ὁ Κύριος· κατὰ Ἀνατολὰς, ὅθεν ἀνελήφθη ὁ Κύριος· κύκλῳ τοῦ φανέντος τιμίου σταυροῦ, στέφανος ὡς ἡ Ἰρις τὸ εἶδος ἔχων. Καὶ τῇ αὐτῇ ὥρᾳ ὤφθη ἐν Παννονίᾳ Κωνσταντίῳ τῷ Αὐγούστῳ καὶ τῷ σὺν αὐτῷ στρατῷ ὄντι ἐν τῷ κατὰ Μαγνέντιον πολέμῳ. Καὶ ἀρξάμενου Κωνσταντίου συμβάλλοντος αὐτῷ περὶ τὴν λεγομένην Μούρσαν πόλιν, ἠττηθεὶς ὁ Μαγνέντιος ἐφυγεν εἰς Γαλλίαν μετ’ ὀλίγων.