Ancient Greek
600.5
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 600.5
Unproofread scanNot analysed yet
Σταυροῦ παγέντος ἠμάσθη γῆ πάλαι. Καὶ νῦν φανέντος ἠμάσθη καὶ πόλος. Ἐν ταῖς ἡμέραις τῆς ἁγίας Πεντηκοστῆς, μηνὶ Μαῖῳ, ἐβδομῇ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐφάνη ὁ τιμιος καὶ ζωοποιὸς σταυρὸς ,συνετῶς ἐκ φωτὸς, ὁρῶντος παντὸς τοῦ λαοῦ, ὑπεράνω τοῦ ἁγίου Γολγοθᾶ ἐκτεταμένος μέχρι τοῦ ἁγίου δρους τῶν Ἐλαιῶν. Ὅστις τῇ τῆς μαρμαρυγῆς λαμπρότητι τὰς ἡλιαχὰς ἀκτῖνας ἐκάλυψεν. Ὦθεν πᾶσα θλίξις νέων τε καὶ γερόντων, σὺν νηπιοῖς καὶ θηλάζουσι τὴν ἐκκλησίαν κατέλαβε· καὶ ἐν ἀμέτρῳ χαρᾷ, καὶ θερμῇ κατανύξει· δόξαν καὶ εὐχαριστίαν τῷ Θεῷ ἀνέπεμψαν ἐπὶ τῷ παραδόξῳ τούτῳ θεάματι.