Ancient Greek
602.2
Cyrillus Scr. Eccl., Epistula Ad Constantium Imperatorem 602.2
Unproofread scanNot analysed yet
Ἐσπούδασε μήτε δι’ ὅλου (1) φανερώσαι τὴν ἑαυτοῦ θεότητα, μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι ἐσπούδασε μὴ φανερώσαι διὰ τοὺς τότε, ἐσπούδασε μὴ ἀποκρύψαι διὰ τοὺς μετὰ ταῦτα· ἀλλὰ δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ τρανὰς τὰς ἐνεργείας· ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυωθῇ ,μήτε ἡ ἀνθρωπίνη φύσις ἀποστηθῇ. Ἐπειδή γὰρ (2) ἠμέλλεν αἱρέσις ἀνακύπτειν ἡ λέγουσα, ὅτι φάντασμα ἦν τὸ σῶμα, καὶ ἐξ οὐρανοῦ κατέλθεν (οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἀφθαρτος φύσις, οὐδ’ ἂν κατεδέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον), ἵνα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων γένος, ὅτι τοῦτο ἐγένετο ὃ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο B συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια.