Ancient Greek
Page 93
Cyrillus Scr. Eccl., Homilia aquae in vinum conversae (fragmenta) [Sp.] 93
Not analysed yet
διὰ τοὺς τότε, ἐσπούδασε μὴ ἀποκρύψαι διὰ τοὺς μετὰ ταῦτα, ἀλλὰ δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ τρανὰς τὰς ἐνεργείας, ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. ἐπειδὴ γὰρ ἔμελλεν αἵρεσις ἀνακύπτειν ἡ λέγουσα, ὅτι „φάντασμα ἦν τὸ σῶμα καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ' ἂν κατεδέξατο ῥύπον ἢ μολυσμὸν ἢ σπῖλον“, ἵνα πιστώσηται ὁ θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο, ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐγεννήθη, ἐθαυματούργησεν, ἔδειξε τὴν διπλῆν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως.