Ancient Greek
541.2
Cyrillus Scr. Eccl., Mystagogiae 1-5 [Sp.] 541.2
Unproofread scanNot analysed yet
B' Εἰσῆλθετε πρῶτον εἰς τὸν προαύλιον τοῦ βαπτιστηρίου (3) οἶκον, καὶ πρὸς τὰς δυσμὰς ἑστῶτες ἠκούσατε καὶ προστάττεσθε ἐκτείνειν τὴν χεῖρα καὶ ὡς παρόντι ἀπετάττεσθε τῷ Σατανᾷ. Χρὴ δὲ τοῦτο ὑμᾶς εἰδέναι, ὅτι ἐν παλαιᾷ ἱστορίᾳ οὕτως κεῖται ὁ τύπος. Ὅτε γὰρ Φαραώ, ὁ πικρότατος καὶ ὁμώτατος τύραννος, κατεῴλιδε τῶν Ἑβραίων τὴν ἐλευθέραν λαὸν καὶ εὐγενῆ, ὁ Θεὸς ἀπέστειλε τὸν Μωϋσῆν, ἔξαγεν αὐτοὺς ἐκ τῆς πονηρᾶς τῶν Αἰγυπτίων δουλείας. Καὶ αἱματι μὲν ἀμνοῦ ἐχρίσθον αἱ θύραι, ἵνα φύγῃ ὁ ὀλοθρεύων τοὺς τὸ σημεῖον ἔχοντας τοῦ αἵματος οἴκους· παραδίδως δὲ ἡλευθερωτο ὁ τῶν Ἑβραίων λαός. Ἐπεὶ δὲ καὶ ἐλευθερωθέντας ὁ ἐχθρὸς κατεδίωξε, καὶ παραδόξως εἶδε τὴν θάλασσαν αὐτοῖς τεμνομένην· ὅμως ἐχώρει (4), ἰχνὴ ἰχνεσι συμβάλλων, καὶ παραχρῆμα ὑποβρύχιος ἐγένετο, καταποντουσμένος ἐν θαλάσσῃ Ἐρυθρᾷ.