Ancient Greek
172.1
Cyrillus Scr. Eccl., Procatechesis 172.1
Unproofread scanNot analysed yet
τῶν βασιλείων γέγονατε · γένοιτο δὲ ἵνα καὶ ὑπὸ τοῦ βασιλέως εἰσαχθῆτε (1). Ἄνθη γὰρ νῦν ἐφάνη τῶν ἄνθρων · γένοιτο· δὲ ἵνα καὶ ὁ καρπὸς τελείως ἦ (2). Ὀνοματογραφία τέως ὑμῖν γέγονε ,καὶ στρατείας κλήσις · καὶ νυμφαγωγίας λαμπάδες ,καὶ οὐρανοῦ ἀποτελείας ἐπιθυμία, καὶ πρόθεσις ἀγαθή, καὶ ἐλπίς ἐπακολουθοῦσα · ἀξέυθής γὰρ ὁ εἰπών · Ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν. Ὁ μὲν γὰρ Θεὸς δαψιλὴς ἐστιν εἰς εὐεργεσίαν · περιμένει δὲ ἐκάστου τὴν γνησίαν προαίρεσιν · διὰ τοῦτο ἐπῆναγεν ὁ Ἀπόστολος λέγων Τοῖς κατὰ πρόθεσιν