Ancient Greek
173.2
Cyrillus Scr. Eccl., Procatechesis 173.2
Unproofread scanNot analysed yet
Β. Προσῆλθε ποτε καὶ Σίμων τῷ λουτρῷ ὁ Μάγος (1)· ἐβαπτίσθη, ἀλλ’ οὐχ ἐφωτίσθη· καὶ τὸ μὲν σῶμα ἐβάπτεν ὕδατι, τὴν δὲ καρδίαν οὐχ ἐφώτισε Πνεῦματι· καὶ κατέβη μὲν τὸ σῶμα καὶ ἀνέβη, ἡ δὲ ψυχὴ οὐ συνετάφη Χριστῷ, οὐδὲ συνηγέρθη (2). Ἐγὼ δὲ λέγω τὰς ὑπογραφὰς τῶν πτωμάτων, ἵνα μὴ σὺ πέτης (3)· ταῦτα γὰρ τυπικῶς ἐγένετο ἐκείνοις, γέγραπται δὲ πρὸς νουθεσίαν τῶν μέχρις σήμερον προσερχομένων. Μὴ τις ὑμῶν εὕρεθῃ πειράζων τὴν χάριν, μὴ τις ρίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ· μὴ τις ὑμῶν εἰσέλθῃ λέγων· Ἄρες, ἴδωμεν τί ποιοῦσιν οἱ πιστοί· εἰσελθὼν ἴδω, ἵνα μάθω τὰ γινόμενα. Ἰδεῖν προσδοκᾷς, τὸ δὲ ὁρᾶσθαι οὐ προσδοκᾷς (4); καὶ νομίζεις ὅτι σὺ μὲν πολυπραγμονεῖς τὰ γινόμενα, Θεὸς δὲ σοῦ οὐ πολυπραγμονεῖ (5) τὴν καρδίαν,