Ancient Greek
176.1
Cyrillus Scr. Eccl., Procatechesis 176.1
Unproofread scanNot analysed yet
ψυχῆς, ἀλλὸ ἐνδυσάμενος εἴσελθε. Ἐκδυσαι τὸ σχῆμα ἃ εἶχες, μὴ ἐπικαλύψῃς (1)· Ἐκδυσαι μοι πορνείαν καὶ ἀκαθαρσίαν, καὶ ἐνδυσαι μοι σωφροσύνης λαμπροτάτην στολὴν. Ἐγὼ παραγγέλλω, πρὶν ὁ νυμφίος τῶν ψυχῶν εἰσέλθῃ Ἰησοῦς, καὶ ἴδῃ τὰ σχήματα (2). Πολλὴ σοι ἡ προθεσμία· τεσσαράκοντα ἡμερῶν μετάνοιαν ἔχεις· ἔχεις πολλὴν εὐκαιρίαν καὶ ἐκδύσασθαι καὶ ἀποπλύνασθαι, καὶ ἐνδύσασθαι καὶ εἰσελθεῖν. Εἰ δὲ ἐπιμείνῃς κακῇ προαίρεσει, ὁ μὲν λέγων ἀναίτιος, σὺ δὲ μὴ προσδοκᾷ λήψεσθαι τὴν χάριν· τὸ μὲν γὰρ ὕδωρ σε δέξεται, τὸ δὲ πνεῦμα σε οὐκ ἀποδέξεται (3). Εἴ τις σύνοιδεν ἑαυτῷ τὸ τραῦμα, τὴν ἐμπλαστρὸν λαβέτω· εἰ τις ἔπεσεν, ἐγείρεσθω. Μηδὲς ἐν ὑμῖν Σίμων, μηδεμία ὑπόκρισις (4), μηδὲ περιεργία τοῦ πράγματος.