Ancient Greek
181.2
Cyrillus Scr. Eccl., Procatechesis 181.2
Unproofread scanNot analysed yet
IA'. Παραγγέλλει δὲ σοι καὶ τοῦτο ἔστω· Τὰ λεγόμενα μάνθανε, καὶ τήρει εἰς τὸν αἰῶνα. Μὴ νομίσῃς τὰς συνήθεις εἶναι ὁμιλίας (2)· κάκειναι μὲν γὰρ ἀγαθαί, καὶ πίστεως ἀξίαι· ἀλλ' ἐὰν σήμερον ἀμελήσωμεν, αὔριον μανθάνωμεν. Τὰ δὲ περὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας κατ' ἀκολουθίαν διαδιδόμενα (3) διδάγματα, ἐὰν σήμερον ἀμεληθῇ, πότε καταρθουθήσεται; Νομίσον μοι (4) φυτείας εἶναι δένδρων καιρόν· ἐὰν μὴ σκάψωμεν καὶ βαθύνωμεν, πότε δυνάται ἄλλοτε καλῶς φυτευθῆναι τὸ ἅπαξ κακῶς φυτευθέν; Νομίσον μοι οἰκοδομὴν εἶναι τὴν κατήχησιν· ἐὰν μὴ βαθύνωμεν καὶ θεμέλιον θώμεν (5), ἐὰν μὴ κατ' ἀκολουθίαν δεσμοῖς οἰκοδομῆς ἀρμολογησώμεν τὸν δόμον, ἵνα μὴ εὑρεθῇ τι χαλόν, καὶ σαθρὰ γένῃ τῆς οἰκοδομῆς, οὐδὲν ὠφελεῖ τοῦ προτέρου κόπου· ἀλλὰ δεῖ κατ' ἀκολουθίαν λίθον μὲν λίθῳ ἀκολουθεῖν (6), καὶ γωνίαν γωνίᾳ ἐπεσθαι· ἀποξεόντων δὲ τῶν (7) τὰ περισσά, καὶ οὕτως δεῖ λοιπὸν λείαν οἰκοδομὴν ἀναβαίνειν· οὕτω προσφέρομέν σοι λίθους ὡσπερ γνώσεως. Δεῖ ἀκοῦειν τὰ περὶ Θεοῦ ζῶντος· δεῖ ἀκοῦειν τὰ περὶ κρίσεως· δεῖ ἀκοῦειν τὰ περὶ Χριστοῦ· δεῖ ἀκοῦειν τὰ περὶ ἀναστάσεως. Καὶ πολλά ἐστιν ἀκολουθῶς λεγόμενα, νῦν μὲν σποράδην εἰρημένα, τότε δὲ κατὰ ἁρμονίαν προσφερόμενα. Ἐὰν δὲ μὴ συνάγῃς ἐν τῷ νῷ, καὶ μνημονεύσῃς τῶν πρώτων καὶ τῶν δευτέρων, ὁ μὲν οἰκοδομῶν οἰκοδομεῖ, σὺ δὲ σαθρὰν ἕξεις τὴν οἰκοδομὴν.