Ancient Greek · ~2 min
Page 607
Cyrillus Theol., Ad Calosyrium (epist. 83) 607
Not analysed yet
σίας αὐτῶν. ἀλλ' εἰ μὲν ἐκεῖνοι μετανοοῦντες ἔρχονται πρὸς τοὺς ὀρθοδόξους, ἔστωσαν δεκτοί· μηδεὶς δὲ ἀδιαφορείτω, μηδὲ κοινωνείτω ἐκείνοις μὴ μεταγινώσκουσιν, ἵνα μὴ, ὡς ἔφην, κοινωνοὶ γένωνται τῆς ἐνούσης κακοπιστίας αὐτοῖς. Ταῦτα ἡ σὴ θεοσέβεια ἀναγνωσθῆναι παρασκευασάτω ἐν ἐκείνοις τοῖς μοναστηρίοις εἰς οἰκοδομὴν τῶν αὐτόθι, καὶ παραγγελλέτω φυλάττειν αὐτὰ, ἵνα μήτε οἱ ὀρθόδοξοι κάμνωσι παραλυομένης αὐτῶν τῆς συνειδήσεως, μήτε μὴν οἱ ἀργοτροφεῖν ἐθέλοντες ἔχωσί τινα παρείσδυσιν τοῦ δοκεῖν εἶναι χρηστοί. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητὲ καὶ ποθεινότατε.