Ancient Greek
Page 282
Cyrillus Theol., Ad episcopos qui sunt in Libya et Pentapoli (epist. 79) 282
Not analysed yet
οὐκ ἀθαύμαστον ἔχοντες πολιτείαν, ἐλθόντες ἐν Ἀλεξανδρείᾳ, ἐρωτώμενοί τε παρ' ἐμοῦ τὴν κατάστασιν τῶν αὐτόσε μοναστηρίων, ἐδίδασκον ὅτι σκανδαλίζονται πολλοὶ διὰ τοιαύτην αἰτίαν. (α) Περὶ τοῦ ἀνεξετάστως μὴ χειροτονεῖν. Νεωστὶ γεγαμηκότες τινὲς καὶ οἷον ἐξ αὐτῶν καταβάντες τῶν νυμφώνων, συναρπάζουσί τινας τῶν θεοφιλεστάτων ἐπισκόπων, καὶ οὐδενὸς τάχα που τὰ κατ' αὐτοὺς ἀπαγγέλλοντος, χειροτονοῦνται κληρικοί, ἢ γοῦν πρεσβύτεροι. (β) Περὶ τῶν ἐκ μοναστηρίων ἐξερχομένων καὶ χειροτονουμένων. Ἕτεροι δέ τινες ἐξ αὐτῶν τῶν μοναστηρίων ὡς ἄτακτοι ἐκβαλλόμενοι, πάλιν ὑποτρέχουσι τὰς χειροτονίας, καὶ γενόμενοι κληρικοὶ εἰσέρχονται καὶ ἐν αὐτοῖς τοῖς μοναστηρίοις, ὅθεν ἐκβέβληνται, καὶ βούλονται προσφέρειν καὶ ὅσα κληρικοῖς ἔθος πληροῦν· καὶ ταῦτα δρᾶν, ὡς καί τινας τῶν εἰδότων αὐτοὺς παραιτεῖ-