Ancient Greek
Page 283
Cyrillus Theol., Ad episcopos qui sunt in Libya et Pentapoli (epist. 79) 283
Not analysed yet
σθαι καὶ τὰς συνάξεις καὶ μὴ ἀνέχεσθαι κοινωνεῖν λειτουργούντων ἐκείνων. (γ) Περὶ τοῦ πῶς καὶ πότε δεῖ χειροτονεῖν καὶ τίνα δεῖ ἐξετάζειν. Ἐπειδὴ τοίνυν πρὸς οἰκοδομήν, ὡς ἔφην, τῶν λαῶν πάντα χρὴ πράττεσθαι παρ' ἡμῶν, ἐπιτηρείτω ταῦτα ἡ θεοσέβεια ὑμῶν· καὶ εἰ μέλλοι τις χειροτονεῖσθαι κληρικός, περιεργαζέσθω τὸν βίον αὐτοῦ, καὶ πότερόν ποτε γαμετὴν ἔχει ἢ οὔ, καὶ πῶς ἢ πότε ἠγάγετο, καὶ εἰ ἀπέσχετο· καὶ εἰ μή τίς ἐστι τῶν ἐκβεβλημένων ἢ παρ' ἑτέρου θεοσεβεστάτου ἐπισκόπου ἢ ἐκ μοναστηρίων· καὶ τότε χειροτονείτω, ἀδιάβλητον εὑρεθέντα. Τηρήσομεν γὰρ οὕτω καθαρὸν καὶ τὸ ἑαυτῶν συνειδὸς καὶ ἀδιάβλητον τὴν ἱερὰν καὶ σεπτὴν λειτουργίαν. Ε Περὶ τῶν κατηχουμένων καὶ μετανοούντων, εἰ τοῦ τέλους ἐγγίζοιεν. Ἐὰν δὲ χωρισμὸν ὑπομείνωσί τινες ἐπιτιμηθέντες πταισμάτων ἕνεκα,