Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Ad Optimum episcopum (epist. 80) 77.369
Not analysed yet
Ἐν μὲν οὖν τοῖς παρ' αὐτοῦ Καῒν τετολμημένοις, πρῶτον ἁμάρτημα, φθόνος, ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ. Δεύτερον, δόλος μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· «Διέλθωμεν εἰς τὸ πεδίον.» Τρίτον, φόνος. Τέταρτον προσθήκη τοῦ κακοῦ, ὅτι καὶ ἀδελφοῦ φόνος μείζων ἡ ἐπίτασις. Πέμπτον, Ὅτι πρῶτος φονεὺς Καῒν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών. Ἕκτον ἀδίκημα, ὅτι γονεῦσιν πένθος ἐνεποίησεν. Ἕβδομον, ὅτι Θεὸν ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ, ὅτι «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν, «Οὐκ οἶδα.» Ἑπτὰ οὖν ἐκδικούμενα παρέλυσεν ἐν τῷ ἀναιρεθῆναι τὸν Καΐν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι «Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου, καὶ στένων, καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς,» ὁ Καΐν φησι· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων ἀποκτενεῖ με.» Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· «Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Καῒν ἑπτὰ ἐκδικούμενα παραλύσει.» Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ Καῒν, διὰ τὸ ἐκ τῆς γῆς τὴν ἀσφάλειαν μὴ ἔχειν· ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ, καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημᾶσθαι, ὀργισθέντος αὐτοῦ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς, οὔτε ἀπὸ τοῦ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης, «Ἔσται, φησὶ, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με·» ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ Λόγος, λέγων· «Οὐχ οὕτως,» τουτέστιν, οὐκ ἀναιρεθήση. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεργάζεται τῷ φόνῳ τὸ ψεῦδος, ἐπισυνάπτων· «Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ εἰμι ἐγώ;» Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖται τὰς τιμωρίας. «Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ.» Μία κόλασις. «Ἔργα τὴν γῆν.» Δευτέρα αὕτη· ἀνάγκη γάρ τις ἄῤῥητος αὐτῷ συνέζευκται πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν πρὸς τὸ ταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὴν ἐποίησεν, μιάνας ἀδελφότητος αἵματι. Δεινὴ γὰρ τιμωρία ἡ μετὰ τῶν μισούντων διαγωγὴ, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἔχειν τὸ μῖσος. «Ἔργα τὴν γῆν,» τουτέστιν, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεωπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, Δεσπότου τινὸς χαλεπωτέραν ἔχων τὴν ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν, καὶ οὐ προσθήσει δοῦναι ἰσχὺν αὐτῆς. Καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπὸν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι· ἐπειδὴ δὲ καὶ ἡ ἐργασία ἄπαυστος, καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία, ἡ ἀκαρπία τῶν πόνων. «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.» Δύο προσέθηκεν ἄλλας ταῖς τρισὶ, στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώ-