Ancient Greek · ~8 min
Volume 77
Cyrillus Theol., Ad Optimum episcopum (epist. 80) 77.372
Not analysed yet
ματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον δυνάμενον προσφέρειν ἀδεῶς τῷ στόματι, οὔτε ποτὸν προσκομίζειν τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν, οὔτε ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ἐξυπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία, ἣν ἀπεκάλυψεν ὁ Καῒν εἰπών· «Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι.» Ἡ βαρυτάτη κόλασις τοῖς σωφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. «Καὶ ἔσται, φησὶν, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.» Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβληκάς με, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; «Οὐχ οὕτως.» Ἀλλ' ἔθετο σημεῖον ἐπ' αὐτόν· ἑβδόμη αὕτη τιμωρία. Τὸ δὲ μὴ κρύπτεσθαι τὴν τιμωρίαν ἀλλὰ σημείῳ προδήλῳ προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργὸς (καὶ γὰρ τὸ ὀρθῶς λογιζομένων), βαρυτάτη κολάσεων αἰσχύνη, ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτε οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενὲς τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον· «Ὅτι ἄνδρα ἀπέκτεινα, καὶ νεανίσκον εἰς μώλωπα» Ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ, καὶ ἄλλο ἀνὴρ, καὶ ἄλλο νεανίσκος. Ὅτι εἰ ἐκ Καῒν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτὰ τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν. Εἰ μὴ δίκαιος, εἴπερ δικαία τοῦ Θεοῦ ἡ κρίσις ἐπὶ τοῦ Καῒν, ὤστε ἑπτὰ αὐτὸν παρέχειν τὰς κολάσεις· ὁ μὲν γὰρ οὐκ ἔμαθεν παρ' ἄλλου τὸ φονεύειν, οὗτος δὲ εἶδεν τιμωρίαν ὑπέχοντα φονευτήν. Ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα, καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι, ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δὲ πρὸς τοιοῦτον ὥρμησαν λόγον οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος, ὅτι ἀπὸ τοῦ Καῒν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασιν γενεαί. Καὶ εὐθέως ἐπηνέχθη τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. Τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλ' αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου.