Ancient Greek · ~5 min
Page 544
Cyrillus Theol., Adversus eos qui negant offerendum esse pro defunctis 544
Not analysed yet
κεράμων ἐξηγησάμενος ἱστορίαν τε καὶ θαυματουργίαν ἐπιφέρει καί φησιν Οὐκ ἀθαύμαστον ἠφίει ὁ Χριστὸς τῶν προσκομισάντων τὴν πίστιν. ὁ δὲ τῶν πόνων ἐπλούτει τὴν λύσιν, καὶ τὸ ἑτερογνήσιον εἰς φιλοθεΐαν εὐμενῆ καὶ φίλον αὐτῷ κατεστήσατο τὸν ἐλευθεροῦντα Χριστὸν πλημμελημάτων τε ὁμοῦ καὶ ἀῤῥωστημάτων. Καὶ αὖθις περὶ τοῦ ἑκατοντάρχου μνημονεύσας τοῦ ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ λέγοντος "Κύριε ὁ παῖς μου βέβληται παραλυτικὸς ἐν "τῇ οἰκίᾳ δεινῶς βασανιζόμενος· καὶ λέγει αὐτῷ Ἐγὼ ἐλθὼν "θεραπεύσω αὐτὸν, καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη Κύριε "οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσελθῇς· ἀλλ' "εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. ἀκούσας δὲ, φησὶν, "Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν Ἀμὴν λέγω "ὑμῖν, παρ' οὐδενὶ τοσαύτην πίστιν εὗρον ἐν τῷ Ἰσραήλ." εἶτα πρὸς αὐτόν "Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. "καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ." Καὶ ἐπιφέρει καί φησιν Ἄθρει δή μοι κἀν τούτῳ τῷ (sic) διὰ τῆς ἑτέρου πίστεως τὸν οὐ παρόντα σωζόμενον. τί τοίνυν ἡμῖν ἀνοσίως τὴν φιλοκερδείαν ἐπιφημίζουσιν οἱ τῶν [ἀγαθῶν] εἰδότες οὐδὲν, εἰ τὴν ἄνωθεν ἡμερότητα τοῖς ἐν πίστει κεκοιμημένοις [ut invitemus] σπουδάζομεν, τὴν ἁγίαν τε καὶ μυστικὴν ἐπ' αὐτοὺς τελοῦντες θυσίαν [δι' ἧς πάντες ἡμεῖς] ἠλεήμεθα, καὶ αὐτὸ δὲ τὸ τοῦ θανάτου πέπτωκε κράτος, καὶ ἡ τῆς ἀτελευτήτου ζωῆς ἀνέλαμψεν ἐλπὶς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν;