Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1189
Not analysed yet
πειρασμοὺς καὶ ὀκλάζοντες, καὶ μεριζόμενοι πρός τε τὰς θείας ἐντολὰς, καὶ πρὸς τὰς σωματικὰς καὶ κοσμικὰς σχέσεις. Οἱ δὲ τοῦ Εὐαγγελίου, καὶ ὧν τύπος ὁ Ἀαρὼν, τολμηροί τε πρὸς κινδύνους καὶ πρόθυμοι, καὶ μεριζόμενοι πρὸς Θεὸν καὶ κόσμον, μόνων δὲ τῶν θείων ἐντολῶν ἐξεχόμενοι. Σεπφώρα ἡ Μαδιανῖτις τύπος ἦν τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥτις ὑπαχθεῖσα τοῖς σπερματισμοῖς Μωσέως, ἤτοι ταῖς τοῦ Μωσαϊκοῦ νόμου περὶ τῆς ἁγίας Τριάδος ἀμυδραῖς θεολογίαις τοῦ παιδαγωγοῦντος ἐπὶ τὸ κατὰ Χριστὸν Εὐαγγέλιον, υἱὸν ἔσχε τὸ πλῆθος τῶν διὰ τοῦ ἁγίου Πνεύματος ἀναγεννωμένων αὐτῇ· ὃν καὶ περιέτεμε πετρίνῃ μαχαίρᾳ, περιελοῦσα πᾶσαν φιληδονίαν καὶ ἁμαρτίαν αὐτοῦ τῷ κατὰ Χριστὸν λόγῳ, ὃς λέγεται πέτρα μὲν διὰ τὸ στεῤῥὸν, μάχαιρα δὲ, διὰ τὸ διαιρεῖν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος. Ἔστη δὲ, φησὶ, τὸ αἷμα τῆς περιτομῆς, ἀντὶ τοῦ, πεπλήρωται ἐντελῶς ἡ δηλωθεῖσα πνευματικὴ περιτομή. Διὸ καὶ ἀνεχώρησεν ὁ τὸν θάνατον ἐπανατεινόμενος τῷ Μωσεῖ ἄγγελος. Ὡς εἶναι δῆλον, ὅτι κινδύνου πολλάκις διδάσκαλος ἐλευθεροῦται, καθαίρων τὸν μαθητὴν, καὶ τῆς ὠφελείας τούτου σωτηρίαν ἰδίαν κομίζεται. Ὥσπερ ὁ Φαραὼ ἀπῄτει μὲν ἀπαραιτήτως τοὺς Ἑβραίους τὴν πλινθείαν, οὐκ ἐδίδου δὲ ἄχυρα δι' ὧν αὐτὴ γίνεται· οὕτω καὶ ὁ διάβολος ἀπαιτεῖ μὲν ἀναγκαστικῶς τοὺς αὐτῷ δουλεύοντας ἀνθρώπους τὸν μολυσμὸν, καὶ τὴν ἀκαθαρσίαν, ἐκκαίων αὐτοὺς ἀγρίως εἰς λυσσώδεις ἐπιθυμίας· δυσπόριστον δὲ τὸ πρᾶγμα τίθησιν, ἵνα μὴ τῷ ῥᾳδίῳ ταχέως εἰς κόρον ἴοι καὶ καταφρόνησιν. Εἶπε Μωσῆς πρὸς Φαραώ· «Πορευσόμεθα ὁδὸν τριῶν ἡμερῶν, εἰς τὴν ἔρημον, ὅπως θύσωμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· μήποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος.» Ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐν τῷ θύειν ἀπετροπιάζοντο τοὺς νεκρούς· πρόφασιν ὁ Μωσῆς τοῦτο ποιεῖται τῆς εἰς μακρὰν ἀποχωρήσεως. Μήποτε, φησὶ, καὶ τῶν ἀλλοφύλων θύοντες περιτύχωμεν νεκρῷ, καὶ καταλύσωμεν τὴν θυσίαν. Θάνατον μὲν λέγων, τὸν φυσικῶς ἀποθανόντα· φόνον δὲ τὸν ἐξ ἐπιβουλῆς φονευθέντα. Χρὴ δὲ καὶ ἡμᾶς ποῤῥωτάτω τῆς ἁμαρτίας γινομένους, θύειν Θεῷ, καὶ ἀποτρεπομένους τὰ νεκρωτικὰ καὶ φονευτικὰ πάθη τῶν ἡμετέρων ψυχῶν. Καὶ εἶπε Μωσῆς πρὸς Φαραώ· «Πορευσόμεθα σὺν τοῖς νεανίσκοις ἡμῶν, καὶ τοῖς πρεσβυτέροις, σὺν τοῖς υἱοῖς ἡμῶν καὶ θυγατράσι, καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἑορτὴ Κυρίῳ τῷ Θεῷ ἡμῶν.» Χρὴ τοὺς τῆς τῶν δαιμόνων καὶ παθῶν ἐλευθερίας ἐπιθυμοῦντας, φεῦγεν πειρᾶσθαι τελείως, μηδέν τι λείψανον τῆς ἑαυτῶν ψυχῆς καὶ διανοίας ἀφέντας ὀπίσω, δι' οὗ μέλλοιεν ὑπενεχθῆναι πάλιν, καὶ ἁλῶναι τοῖς προτέροις κακοῖς. Εἶεν δ' ἂν οἱ νεανίσκοι μὲν εἰς τύπον ἀνδρείας, οἱ πρεσβύτεροι δὲ εἰς σύμβολον φρονήσεως, οἱ δὲ υἱοὶ καὶ θυγατέρες εἰς εἰκόνα τῆς ἐν Χριστῷ νηπιότητος καὶ ἁπλότητος. Σὺν ἀνδρείᾳ γὰρ καὶ φρονήσει καὶ κατὰ Θεὸν ἁπλό-