Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1192
Not analysed yet
τητι ἀποφοιτητέον ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. «Ἀνδρίζεσθε γὰρ, φησὶ, καὶ κραταιούσθω καρδία ὑμῶν·» καὶ, «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Τὰ πρόβατα δὲ καὶ οἱ βόες, τύπος τῶν σωματικῶν τε καὶ ἀλογωτέρων κινημάτων· ἃ μηδὲ αὐτὰ μεθετέον τῷ διαβόλῳ. Ἀλλ' ὁ Φαραὼ τοὺς μὲν ἄνδρας ἀνίησι καὶ ἄκων· τὰ γύναια δὲ καὶ τοὺς ἀνήβους παῖδας, καὶ τοὺς ἀσθενεῖς γέροντας, καὶ τὰ ἄλλα ζῶα, πειρᾶται παρακατέχειν. Δέδιε μὲν γὰρ τοὺς ἀνδρείους εἰς ἀρετὴν, ὡς ἀνθίστασθαι δυναμένους· ἀντιποιεῖται δὲ τῶν θηλυπρεπῶν τε καὶ μαλθακῶν ψυχῶν, καὶ τῶν ἠσθενηκότων καὶ ἀπομάχων φρονημάτων, καὶ περιποιεῖται ὅσον νηπιῶδες εἰς σύνεσιν, καὶ ὅσον παχὺ καὶ ἄλογον. Εἶπε δὲ Μωσῆς πρὸς Φαραώ· Ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃς ποιήσομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν. Λαμβάνει τις ἐξ Αἰγύπτου καὶ Φαραὼ, καὶ προσφέρει τῷ Θεῷ, λαμβάνων ἐκ τῆς ἀθέου σοφίας καὶ τῆς παιδεύσεως τῶν ἔξω, καθάπερ ἱερεῖα τὴν εὐγλωττίαν καὶ καλλιέπειαν, καὶ ἀναμιγνύων αὐτὰ τοῖς τῆς εὐσεβείας δόγμασι, καὶ διὰ τῶν ἐντέχνων τῇ θεοσεβείᾳ βοηθῶν, καὶ τὰ ὅπλα τοῦ ψεύδους ὅπλα τῆς ἀληθείας ποιούμενος· ἀλλὰ καὶ τὸ θεωρητικόν τε καὶ ἐξεταστικὸν, καὶ τὸ φιλομαθὲς καὶ τὸ φερέπονον καὶ εἴ τι τοιοῦτον, ἀπὸ τῶν βλαβερῶν ἐπὶ τὰ ὠφέλιμα μεταλαμβάνοντες, ἐξ Αἰγύπτου καὶ Φαραὼ πρὸς Θεὸν μετάγομεν. Καὶ οὐχ ὡδήγησεν αὐτοὺς Θεὸς ὁδὸν Φυλιστιεὶμ, ὅτι ἐγγὺς ἦν, μήποτε μεταμελήσῃ τῷ λαῷ, ἰδόντι πόλεμον, καὶ ἀποστρέψῃ εἰς τὴν Αἴγυπτον. Ἐγγὺς μὲν γὰρ καὶ εὐσύνοπτον τὸ περὶ Χριστοῦ μυστήριον. Οὐκ εὐθὺς δὲ πρὸς τοῦτο τοὺς Ἰουδαίους ὁ Θεὸς ἤγαγε, διὰ δὲ τοῦ μακροῦ νόμου καὶ τῶν πολλῶν αἰνιγμάτων, ὡς διὰ μακρᾶς τινος ὁδοῦ, τούτους ὡδήγει πρὸς τοῦτο· μήποτε πολεμηθέντες τοῖς λογισμοῖς τῆς ὑπερβολῆς, ἀποστρέψωσι πάλιν εἰς τὴν Αἰγυπτιακὴν ἀσέβειαν, ἀλλ' ἵνα πόῤῥωθεν ἐμμελετῶντες τῇ σκιᾷ τῆς ἀληθείας, καὶ γυμναζόμενοι κατὰ τὸν πρέποντα καιρὸν, εὐμαρῶς ἐπὶ τὸ τέλειον ἔλθοιεν. Φυλιστιεὶμ μὲν οὖν ἡ θαυμαστὴ ἑρμηνεύεται, ὁδὸς δὲ θαυμαστὴ ἡ σύντομος, ὁποία ἐστὶν ἡ τοῦ θείου Εὐαγγελίου. Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν, ἡμέρας μὲν ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα ἐν στύλῳ πυρός. Στύλος ἐστὶ τῆς ἀληθείας, ὁ Θεὸς ἀπὸ γῆς ἕλκων εἰς οὐρανόν. Καὶ νὺξ μὲν ὁ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου καιρός· διὰ τὸν σκότον τῆς πλάνης, καὶ τὸν ἐπιπολάζοντα ζόφον τῶν παθῶν· ἡμέρα δὲ ὁ τῆς ἐπιδημίας αὐτοῦ, καθ' ὃν ἀνέτειλεν αὐτὸς ὁ ἥλιος τῆς δικαιοσύνης, φωτίζων καὶ λαμπρύνων τὰς τῶν πιστευόντων ψυχάς. Λοιπὸν οὖν μὲν Ἰουδαίους ὡδήγει τῷ κολάζοντι νόμῳ· κολάσεως γὰρ σύμβολον τὸ πῦρ. Τοὺς Χριστιανοὺς δὲ ὁδηγεῖ τῇ διὰ τοῦ ἁγίου βαπτίσματος σωτηρίᾳ. Ὕδωρ γὰρ ἡ νεφέλη καὶ σύμβολον τοῦ θείου ὕδατος τοῦ βαπτίσματος. Οὐ γὰρ