Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1221
Not analysed yet
Ἀποθανόντων δὲ πάντων ἤδη τῶν προαπογραφέντων, καὶ οὐδενὸς ὑπολειφθέντος πλὴν Χάλεβ υἱοῦ Ἰεφωνῆ, καὶ Ἰησοῦ υἱοῦ Ναυῆ· πάλιν ἀπογραφὴ γίνεται τῶν υἱῶν τῶν τετελευτηκότων, καὶ ἀπογράφονται εἰς κληρονομίαν τῆς γῆς. Οἱ τῶν ἕνδεκα φυλῶν ἄρσενες ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω· οὔτε δὲ γυναῖκες, οὔτε παῖδες εἰς ἀπογραφὴν λαμβάνονται. Κλῆρος γὰρ παρὰ Θεοῦ καὶ ἀπόλαυσις τοῖς ἐπιτηδείοις εἰς τὴν νοητὴν παράταξιν τῶν ἀοράτων ἐχθρῶν, καὶ ἀκμαίοις εἰς πνευματικὴν ἀνδραγαθίαν, καὶ βεβηκόσιν εἰς σύνεσιν, ἀλλ' οὐ τοῖς θηλυνομένοις ἐν πάθεσι, καὶ ἀδρανέσιν εἰς ἀντίστασιν τῶν δαιμόνων, οὐδὲ τοῖς παιδαριώδη φρόνησιν ἔχουσιν. Ἀπογράφονται κἀνταῦθα πάλιν ἰδικῶς τὰ ἄρσενα τῆς Λευιτικῆς φυλῆς, ἀπὸ μηνιαίου καὶ ἐπάνω, διὰ τὸν ἀνωτέρω δηλωθέντα λόγον. Οὐ δίδοται δὲ τούτοις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ἐπειδὴ τοῖς ἱερεῦσιν οὐκ ἔστιν ἐν γῇ κλῆρος, ὡς τοῖς ἄλλοις ἀνθρώποις, ἀλλ' ἐν οὐρανῷ αὐτὸς ὁ Θεὸς ᾧ μόνῳ λατρεύουσί τε καὶ προσεδρεύουσι. Καὶ τῇ ἡμέρᾳ ᾖ ἐστάθη ἡ σκηνὴ, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν, καὶ ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας, καὶ εἶδος πυρὸς τὴν νύκτα. Παγείσης δὲ τῆς Ἐκκλησίας τῶν πιστῶν, ὁ Χριστὸς ἄνωθεν ἐσκέπασεν αὐτὴν, τοῖς μὲν τῆς ἡμέρας* ἤως τοῖς πεφωτισμένοις λαμπρότητι βίου καὶ τῶν δογμάτων ἐπισκιάζων, καὶ τὸν καύσωνα τῶν πειρασμῶν ἀπελαύνων, καὶ ἀνάψυξιν καὶ ψυχαγωγίαν ἐνιείς· τοὺς δὲ καθάπερ ἐν νυκτὶ τῷ σκότει τῆς ἀμαθείας καθεύδοντας, πυρσεύων καὶ φωτίζων εἰς ἐπίγνωσιν καὶ ἀλήθειαν. Χρεία γὰρ τοῖς μὲν ἀτελεστέροις φωτισμοῦ, πρὸς ὁδηγίαν τοῦ κρείττονος· τοῖς δὲ τελειοτέροις ἐπικουρίας, ὥστε δύνασθαι διενεγκεῖν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας. Καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. Κιβωτὸς ὁ Χριστός. Ὥσπερ γὰρ ἐκείνη ἐκ ξύλων ἀσήπτων καὶ χρυσίου καθαροῦ κατασκευασθεῖσα ἔνδον, ἔφερε τὸν νόμον Κυρίου· οὕτω καὶ τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἐκ σώματος ἀφθάρτου καθ' ἁμαρτίαν, καὶ ψυχῆς καθαρᾶς καὶ λαμπρᾶς συντεθὲν, ἔνδον εἶχε τὸν Λόγον τοῦ Θεοῦ, καὶ Θεὸν, ὅστις Χριστὸς προεπορεύσατο εἰς τὰ ἐπουράνια μετὰ τὴν οἰκονομίαν, ἑτοιμάσαι τοῖς λατρευταῖς αὐτοῦ τόπον, ὡς αὐτὸς εἴρηκεν, τόπον δὲ τῆς ἀναπαύσεως δηλονότι. Καὶ ἡ νεφέλη ἐσκίαζεν ἐπ' αὐτοὺς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς. Ὁ Χριστὸς γὰρ, ὅς ἐστιν κεφαλὴ τὸν καύσωνα τῶν πειρασμῶν ἀποσκεδάζουσα, καὶ ψυχαγωγοῦσα, ἐπισκιάζει ἐπὶ τοὺς ἀπαίροντας ἐξ ἀγνοίας εἰς γνῶσιν, καὶ ἐξ ἀπιστίας εἰς πίστιν, καὶ κατὰ δρόμον ἀρετῆς προκόπτοντας. «Χωρὶς γὰρ, φησὶν, ἐμοῦ οὐ δύνασθε