Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1224
Not analysed yet
ποιεῖν οὐδέν.» Ἡμέρας δὲ πρόσκειται, διότι τοῖς ἐν φωτὶ καλῶν ἔργων πορευομένοις εἴωθε συνεργεῖν τε καὶ ἀναψύχειν. Διὰ προστάγματος δὲ Κυρίου τὰς ἐπάρσεις ἐποιοῦντο· διότι χρεία καὶ λόγου τοῦ παροτρύνοντος εἰς προκοπὴν, καὶ ὑπακοῆς τῶν θείων ἐντολῶν. Καὶ ἦν ὁ λαὸς γογγύζων καὶ λαλῶν πονηρὰ ἔναντι Κυρίου. Καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Τοὺς γὰρ ἐνώπιον τοῦ Χριστοῦ βλασφημοῦντας καὶ ἀποστρεφομένους αὐτὸν, καταφάγεται τὸ πῦρ τῆς γεέννης. Μέρος δὲ εἶπε, διότι πολλοὶ αὐτῶν ἐπιστρέψαντες, ἐξαιρεθήσονται τῆς κολάσεως. Καὶ καθ' ἕτερον δὲ καιρὸν γογγύζοντες κατὰ τοῦ Θεοῦ, καὶ ἄρτον διάκενον τὸ μάννα προσαγορεύοντες, τοῖς δήγμασι τῶν ὄφεων διεφθείροντο. Οἱ γὰρ ταῖς ἀχαριστίαις τὸν εὐεργετοῦντα Θεὸν ἀτιμάζοντες, τοῖς τοῦ νοητοῦ δράκοντος δήγμασι περιπίπτουσι. Δύο σάλπιγγας ἐλατὰς ἀργυρᾶς ὁ Θεὸς ποιεῖν προσέταξε τῷ Μωσεῖ, πρὸς τὸ καλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς· καὶ ὅτε μὲν δέον μόνους τοὺς ἡγουμένους τοῦ λαοῦ συνάγεσθαι πρὸς αὐτὸν, τῇ μιᾷ σαλπίζειν, ὅτε τὸν λαὸν ταῖς δυσί. Πρὸς δὲ τὰς ἐξάρσεις τῶν παρεμβολῶν, τέσσαρα σημασιῶν ὥρισεν εἴδη διὰ τῶν τοιούτων σαλπίγγων. Δύο μὲν οὖν αἱ σάλπιγγες, ὅτι διττὸς λόγος τῆς ἐκκλησιαστικῆς διδασκαλίας, ὁ μὲν βίον ῥυθμίζων, ὁ δὲ δογμάτων ἐπιμελούμενος. Ἐλαταὶ δὲ καὶ ἀργυραῖ καὶ ἄμφω, διὰ τὸ εὔηχες καὶ λαμπρὸν καὶ ἀμώμητον καὶ τούτου κἀκείνου. Καὶ τοὺς μὲν ἡγουμένους μία συνεκάλει σάλπιγξ. Χρεία γὰρ λόγου διορθοῦντος καὶ τοῖς καθηγηταῖς· ἄνθρωποι γὰρ, πλὴν ὀλίγου· «Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται.» Τὸν δὲ λαὸν δύο. Πολλῆς γὰρ οὗτος δεῖται προτροπῆς καὶ παρακλήσεως. Τὰ δὲ τέσσαρα τῶν σημασιῶν εἴδη τὰ διὰ τῶν σαλπίγγων γινόμενα, τὰ τέσσαρα βιβλία τῶν εὐαγγελιστῶν προετύπουν, ἃ δι' ὧν σημαίνουσιν, ἐξαίρειν ἡμᾶς ἀπὸ τῶν γεηρῶν τούτων, τῶν ἐν τοῖς τέσσαρσι κλίμασι τῆς οἰκουμένης, καὶ πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐπείγεσθαι διακελεύονται. Διὰ δὲ τῶν δύο σαλπίγγων αἱ τέσσαρες σημασίαι, ὅτι καὶ διὰ τοῦ διπλοῦ Χριστοῦ τοῦ θεανθρώπου τὰ σημαινόμενα τοῖς εὐαγγελισταῖς ἐνηχήθησαν. Ἢ καὶ ἄλλως, τὰ τέσσαρα τῶν σημασιῶν εἴδη σύμβολον ἦσαν τῶν τεσσάρων εἰδῶν τοῦ ἠθικοῦ λόγου. Ὧν τὸ μὲν ἐνηχεῖ τοῖς ἔτι κατηχουμένοις· τὰ τρία δὲ τοῖς τῆς ἀγαθῆς γῆς ἥτις ἐκαρποφόρησεν εἰς τριάκοντα, καὶ εἰς ἑξήκοντα, καὶ εἰς ἑκατόν. Ἄλλως γὰρ καὶ ἄλλως τούτους διδακτέον. Τοῖς μὲν γὰρ τὸν ἐν γάμῳ βίον προελομένοις ἐρεῖς· «Δέδεσαι γυναικὶ, μὴ ζήτει λύσιν.» Τοῖς δὲ τὸν ἐν παρθενίᾳ· «Λέλυσαι ἀπὸ γυναικὸς, μὴ ζήτει γυναῖκα.» Τοῖς δὲ τὸν ἐν ἀσκήσει· «Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς.» Καὶ ἑκάστῃ ἰδέᾳ βίου τὸ προσῆκον εἶδος ἁρμόσεις τῆς προτροπῆς καὶ διδασκαλίας. Τοῖς ἱερεῦσι δὲ σαλπίζειν ἀφώρισεν ὁ νόμος, ὅτι καὶ τῶν ἱερέων ἴδιον τὸ διδάσκειν. Αἱ δὲ πυκναὶ