Ancient Greek
Volume 77
Cyrillus Theol., Collectio dictorum veteris testamenti [Sp.] 77.1228
Not analysed yet
ἀνθρώπων· τὸ δὲ τοῦ Ἀαρὼν, οἱ ἱερεῖς καὶ ἀρχιερεῖς τῶν Ἰουδαίων· τὸ δὲ τῆς Μαρίας, ἡ Συναγωγὴ τῶν Ἰουδαίων. Οἵ τε γὰρ ἱερεῖς καὶ ὁ λαὸς τῶν Ἑβραίων κατηγόρησαν τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ παράβασιν τοῦ νόμου, καὶ ὅτι τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐμνηστεύσατο, τὴν μέλαιναν τῷ ζόφῳ τῆς ἁμαρτίας. Εἰκὸς καρυΐνην εἶναι τὴν ῥάβδον Ἀαρὼν, εἰς σύμβολον ἐγρηγόρσεως. Τῷ Ἱερεμίᾳ γὰρ ὁρῶντι ῥάβδον καρυΐνην φησὶν ὁ Θεός· «Ἰδοὺ ἐγρήγορα ἐπὶ τοὺς λόγους μου.» Ἐβλάστησε δὲ κάρυα, σημεῖον καὶ τῆς τοῦ ἀνδρὸς ἀρετῆς, ἔνδον ἔχοντος τὸ ταύτης ἐδώδιμον ἐν ἕξει ψυχῆς, οὐκ ἐν ὕψει σώματος. Ἐκ παντὸς πλήθους μόνας δώδεκα χιλιάδας ἐπιλεξάμενος πολεμιστῶν ὁ Μωσῆς, τοῦ Θεοῦ προστάξαντος, ἐπαφῆκε τοῖς Μαδιηναίοις, καὶ δι' αὐτῶν πάντας ἐξωλόθρευσεν. Ἐπανελθόντων δὲ τῶν ἀριστέων τούτων, καὶ πολλῆς αἰχμαλωσίας, ἐκέλευσεν αὐτοῖς παρεμβαλεῖν ἔξω τῆς παρεμβολῆς τοῦ λαοῦ, μέχρις ἑπτὰ ἡμερῶν· ἁγνισθέντας δὲ αὐτοὺς σὺν πᾶσι τοῖς τῆς αἰχμαλωσίας, τῇ τε τρίτῃ ἡμέρᾳ καὶ τῇ ἑβδόμῃ, οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν. Μετὰ δὲ Μωσέα προσεφώνησεν αὐτοῖς ὁ τότε ἀρχιερεὺς Ἐλεάζαρ, κελεύων μὲν αὐτοὺς πλῦναι τὰ ἑαυτῶν ἱμάτια· τῆς αἰχμαλωσίας δὲ τὸν μὲν χρυσὸν, καὶ τὸν ἄργυρον, καὶ ὅσα τῆς στεῤῥᾶς ὕλης διὰ πυρὸς ἀγαγεῖν· τὴν δὲ ἐσθῆτα, καὶ ὅσα τῆς ἀσθενοῦς ὕλης δι' ὕδατος ἐφαγνίσαι, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ καθαρισθῆναι, καὶ οὕτως εἰσελθεῖν εἰς τὴν παρεμβολήν. Ὅρα τοίνυν τὰ μυστικῶς ὑποδηλούμενα. Δεῖνται μὲν ἁγνισμοῦ τινος οἱ ἀριστεύσαντες· οὐδὲ γὰρ οἱ κατὰ δαιμόνων καὶ παθῶν ἀριστεύσαντες, ἀμώμητοι παντελῶς. Τὸ γὰρ τελείως ἁγνὸν εἰς τὸν αἰῶνα τετήρηται τὸν μέλλοντα. Οὗ σύμβολον ἡ ἑβδόμη ἡμέρα. Ἑβδόμη μὲν ἡμέρα τὸ Σάββατον· κατάπαυσις δὲ τοῦτο ἑρμηνεύεται. Κατάπαυσις δὲ πάσης ἐργασίας ὁ μέλλων αἰών. Ὁ δὲ τῆς τρίτης ἡμέρας ἁγνισμὸς, τὴν διὰ Χριστοῦ νομοθετηθεῖσαν κάθαρσιν ὑπετύπου, δοθεῖσαν κατὰ τὸν τρίτον καιρὸν τῆς τριπλῆς πολιτείας τῶν Ἰουδαίων. Μετὰ γὰρ τὸν καιρὸν τῶν βασιλέων, καὶ τὸν τῶν κριτῶν, ὑπὸ τῶν ἀρχιερέων ἤγοντο. Ἐν ᾧ καιρῷ τὴν διὰ τοῦ ἱεροῦ βαπτίσματος ὁ Χριστὸς ἐνομοθέτησε κάθαρσιν· ἀλλ' ὁ μὲν Μωσῆς τὸν τοῦ ἁγνισμοῦ καιρὸν μόνον ἐδήλωσε τοῖς ἀριστεῦσιν· ὁ δὲ Ἐλεάζαρ καὶ τὸν τοῦ ἁγνισμοῦ τρόπον. Καὶ γὰρ ὁ μὲν κατὰ Μωσῆν νόμος τὸν καιρὸν μόνον τῆς διὰ Χριστοῦ καθάρσεως προηγόρευσε. Τὸ δὲ κατὰ Χριστὸν Εὐαγγέλιον καὶ τὸν τρόπον τῆς τοιαύτης καθάρσεως ὑποδείκνυσι. Τὰ μέντοι τῆς αἰχμαλωσίας ἡμεῖς ἐσμεν· οὓς οἱ ἀριστεύσαντες δώδεκα ἀπόστολοι καὶ οἱ διάδοχοι τούτων ποιμένες καὶ διδάσκαλοι ᾐχμαλώτευσαν ἀπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων, καὶ καθήγνισαν πυρὶ τοῦ ἁγίου Πνεύματος, καὶ ὕδατι τοῦ θείου βαπτίσματος· τῆς μὲν ἑκάστου ψυχῆς εἰς τὴν στεῤῥὰν ὕλην λαμβανομένης διὰ τὴν ἀθανασίαν· τοῦ δὲ σώματος εἰς τὴν ἀσθενῆ διὰ τὸ θνητόν. Πλύσις δὲ τῶν ἱματίων ἡ